ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14
1 Corinthians 14 Stephanus TR
1Διώκετε τὴν ἀγάπην ζηλοῦτε δὲ τὰ πνευματικά μᾶλλον δὲ ἵνα προφητεύητε 2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῶ θεῷ· οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλεῖ μυστήρια· 3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν 4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ 5θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ

6νυνὶ δέ ἀδελφοί ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ 7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλὸς εἴτε κιθάρα ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον 8καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ τίς παρασκευάσεται εἰς πόλεμον 9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε πῶς γνωσθήσεται τὸ λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες 10τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν αὐτῶν ἄφωνον· 11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος 12οὕτως καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε

13διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ 14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ τὸ πνεῦμά μου προσεύχεται ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν 15τί οὖν ἐστιν προσεύξομαι τῷ πνεύματι προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ 16ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται 18εὐχαριστῶ τῷ θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν· 19ἀλλ' ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσσῃ

20Ἀδελφοί μὴ παιδία γίνεσθε ταῖς φρεσίν ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε 21ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ οὕτως εἰσακούσονταί μου λέγει κύριος 22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν 23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι οὐκ ἐροῦσιν ὅτι μαίνεσθε 24ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπὸ πάντων ἀνακρίνεται ὑπὸ πάντων 25καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι ὁ θεὸς Ὄντως ἐν ὑμῖν ἐστιν

26Τί οὖν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ὑμῶν ψαλμὸν ἔχει διδαχὴν ἔχει γλῶσσαν ἔχει ἀποκάλυψιν ἔχει ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γενέσθω 27εἴτε γλώσσῃ τις λαλεῖ κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ 29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω 31δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται 33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ' εἰρήνης Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων

34αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει 35εἰ δέ τι μαθεῖν θέλουσιν ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν 36ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν ἢ εἰς ὑμᾶς μόνους κατήντησεν

37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι τοῦ κυρίου εἰσὶν ἐντολαί· 38εἰ δέ τις ἀγνοεῖ ἀγνοέιτω 39ὥστε ἀδελφοί ζηλοῦτε τὸ προφητεύειν καὶ τὸ λαλεῖν γλώσσαις· μὴ κωλύετε 40πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
1 Corinthians 13
Top of Page
Top of Page