Matthew 20
Study Bible
The Parable of the Vineyard Workers

Ὁμοία  γάρ  ἐστιν    βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  οἰκοδεσπότῃ,  ὅστις  ἐξῆλθεν  ἅμα  πρωῒ  μισθώσασθαι  ἐργάτας  εἰς  τὸν  ἀμπελῶνα  αὐτοῦ.  συμφωνήσας  δὲ  μετὰ  τῶν  ἐργατῶν  ἐκ  δηναρίου  τὴν  ἡμέραν  ἀπέστειλεν  αὐτοὺς  εἰς  τὸν  ἀμπελῶνα  αὐτοῦ.  καὶ  ἐξελθὼν  περὶ  τρίτην  ὥραν  εἶδεν  ἄλλους  ἑστῶτας  ἐν  τῇ  ἀγορᾷ  ἀργούς,  καὶ  ἐκείνοις  εἶπεν  Ὑπάγετε  καὶ  ὑμεῖς  εἰς  τὸν  ἀμπελῶνα,  καὶ    ἐὰν    δίκαιον  δώσω  ὑμῖν.  οἱ  δὲ  ἀπῆλθον.  πάλιν  δὲ  ἐξελθὼν  περὶ  ἕκτην  καὶ  ἐνάτην  ὥραν  ἐποίησεν  ὡσαύτως.  περὶ  δὲ  τὴν  ἑνδεκάτην  ἐξελθὼν  εὗρεν  ἄλλους  ἑστῶτας,  καὶ  λέγει  αὐτοῖς  Τί  ὧδε  ἑστήκατε  ὅλην  τὴν  ἡμέραν  ἀργοί;  λέγουσιν  αὐτῷ  Ὅτι  οὐδεὶς  ἡμᾶς  ἐμισθώσατο.  λέγει  αὐτοῖς  Ὑπάγετε  καὶ  ὑμεῖς  εἰς  τὸν  ἀμπελῶνα.  ⧼καὶ    ἐὰν    δίκαιον  λήψεσθε⧽. 

ὀψίας  δὲ  γενομένης  λέγει    κύριος  τοῦ  ἀμπελῶνος  τῷ  ἐπιτρόπῳ  αὐτοῦ  Κάλεσον  τοὺς  ἐργάτας  καὶ  ἀπόδος  ‹αὐτοῖς›  τὸν  μισθόν,  ἀρξάμενος  ἀπὸ  τῶν  ἐσχάτων  ἕως  τῶν  πρώτων.  καὶ**  ἐλθόντες  οἱ  περὶ  τὴν  ἑνδεκάτην  ὥραν  ἔλαβον  ἀνὰ  δηνάριον.  10 καὶ  ἐλθόντες  οἱ  πρῶτοι  ἐνόμισαν  ὅτι  πλεῖον  λήμψονται·  καὶ  ἔλαβον  τὸ  ἀνὰ  δηνάριον  καὶ  αὐτοί.  11 λαβόντες  δὲ  ἐγόγγυζον  κατὰ  τοῦ  οἰκοδεσπότου  12 λέγοντες  Οὗτοι  οἱ  ἔσχατοι  μίαν  ὥραν  ἐποίησαν,  καὶ  ἴσους  αὐτοὺς ⇔  ἡμῖν  ἐποίησας  τοῖς  βαστάσασι  τὸ  βάρος  τῆς  ἡμέρας  καὶ  τὸν  καύσωνα.  13   δὲ  ἀποκριθεὶς  ἑνὶ  αὐτῶν  εἶπεν  Ἑταῖρε,  οὐκ  ἀδικῶ  σε·  οὐχὶ  δηναρίου  συνεφώνησάς  μοι;  14 ἆρον  τὸ  σὸν  καὶ  ὕπαγε·  θέλω  δὲ  τούτῳ  τῷ  ἐσχάτῳ  δοῦναι  ὡς  καὶ  σοί·  15 [ἢ]  οὐκ  ἔξεστίν  μοι    θέλω  ποιῆσαι  ἐν  τοῖς  ἐμοῖς;      ὀφθαλμός  σου  πονηρός  ἐστιν  ὅτι  ἐγὼ  ἀγαθός  εἰμι;  16 Οὕτως  ἔσονται  οἱ  ἔσχατοι  πρῶτοι  καὶ  οἱ  πρῶτοι  ἔσχατοι.  ⧼πολλοὶ  γάρ  εἰσιν  κλητοί,  ὀλίγοι  δὲ  ἐκλεκτοί⧽. 

Third Prediction of Death, Resurrection

17 καὶ**  〈Μέλλων〉  ἀναβαίνων*  ‹ὁ›  Ἰησοῦς  εἰς  Ἱεροσόλυμα  παρέλαβεν  τοὺς  δώδεκα  ‹μαθητὰς›  κατ’  ἰδίαν,  καὶ  ἐν  τῇ  ὁδῷ  εἶπεν  αὐτοῖς  18 Ἰδοὺ  ἀναβαίνομεν  εἰς  Ἱεροσόλυμα,  καὶ    Υἱὸς  τοῦ  ἀνθρώπου  παραδοθήσεται  τοῖς  ἀρχιερεῦσιν  καὶ  γραμματεῦσιν,  καὶ  κατακρινοῦσιν  αὐτὸν  〈εἰς〉  θανάτῳ*,  19 καὶ  παραδώσουσιν  αὐτὸν  τοῖς  ἔθνεσιν  εἰς  τὸ  ἐμπαῖξαι  καὶ  μαστιγῶσαι  καὶ  σταυρῶσαι,  καὶ  τῇ  τρίτῃ  ἡμέρᾳ  ἐγερθήσεται. 

A Mother's Request

20 Τότε  προσῆλθεν  αὐτῷ    μήτηρ  τῶν  υἱῶν  Ζεβεδαίου  μετὰ  τῶν  υἱῶν  αὐτῆς  προσκυνοῦσα  καὶ  αἰτοῦσά  τι  ἀπ’  αὐτοῦ.  21   δὲ  εἶπεν  αὐτῇ  Τί  θέλεις;  λέγει  αὐτῷ  Εἰπὲ  ἵνα  καθίσωσιν  οὗτοι  οἱ  δύο  υἱοί  μου  εἷς  ἐκ  δεξιῶν  ‹σου›  καὶ  εἷς  ἐξ  εὐωνύμων  σου  ἐν  τῇ  βασιλείᾳ  σου.  22 ἀποκριθεὶς  δὲ    Ἰησοῦς  εἶπεν  Οὐκ  οἴδατε  τί  αἰτεῖσθε.  δύνασθε  πιεῖν  τὸ  ποτήριον    ἐγὼ  μέλλω  πίνειν;  ⧼ἢ  τὸ  βάπτισμα    ἐγὼ  βαπτίζομαι  βαπτισθῆναι⧽?  λέγουσιν  αὐτῷ  Δυνάμεθα.  23 λέγει  αὐτοῖς  Τὸ  μὲν  ποτήριόν  μου  πίεσθε,  ⧼βάπτισμα    ἐγὼ  βαπτίζομαι  βαπτισθήσεσθε⧽·  τὸ  δὲ  καθίσαι  ἐκ  δεξιῶν  μου  καὶ  ἐξ  εὐωνύμων  οὐκ  ἔστιν  ἐμὸν  τοῦτο  δοῦναι,  ἀλλ’  οἷς  ἡτοίμασται  ὑπὸ  τοῦ  Πατρός  μου. 

24 καὶ  ἀκούσαντες  οἱ  δέκα  ἠγανάκτησαν  περὶ  τῶν  δύο  ἀδελφῶν.  25   δὲ  Ἰησοῦς  προσκαλεσάμενος  αὐτοὺς  εἶπεν  Οἴδατε  ὅτι  οἱ  ἄρχοντες  τῶν  ἐθνῶν  κατακυριεύουσιν  αὐτῶν  καὶ  οἱ  μεγάλοι  κατεξουσιάζουσιν  αὐτῶν.  26 οὐχ  οὕτως  ἔσται*  ἐν  ὑμῖν·  ἀλλ’  ὃς  ἐὰν  θέλῃ  ἐν  ὑμῖν  μέγας  γενέσθαι,  ἔσται  ὑμῶν  διάκονος,  27 καὶ  ὃς  ἂν  θέλῃ  ἐν  ὑμῖν  εἶναι  πρῶτος,  ἔσται  ὑμῶν  δοῦλος·  28 ὥσπερ    Υἱὸς  τοῦ  ἀνθρώπου  οὐκ  ἦλθεν  διακονηθῆναι,  ἀλλὰ  διακονῆσαι  καὶ  δοῦναι  τὴν  ψυχὴν  αὐτοῦ  λύτρον  ἀντὶ  πολλῶν. 

Two Blind Men Receive Sight

29 Καὶ  ἐκπορευομένων  αὐτῶν  ἀπὸ  Ἰεριχὼ*  ἠκολούθησεν  αὐτῷ  ὄχλος  πολύς.  30 καὶ  ἰδοὺ  δύο  τυφλοὶ  καθήμενοι  παρὰ  τὴν  ὁδόν,  ἀκούσαντες  ὅτι  Ἰησοῦς  παράγει,  ἔκραξαν  λέγοντες  Κύριε, ⇔  «ἐλέησον  ἡμᾶς»,  υἱὸς  Δαυίδ*.  31   δὲ  ὄχλος  ἐπετίμησεν  αὐτοῖς  ἵνα  σιωπήσωσιν·  οἱ  δὲ  μεῖζον  ἔκραξαν  λέγοντες  Κύριε, ⇔  «ἐλέησον  ἡμᾶς»,  υἱὸς  Δαυίδ*.  32 καὶ  στὰς    Ἰησοῦς  ἐφώνησεν  αὐτοὺς  καὶ  εἶπεν  Τί  θέλετε  ποιήσω  ὑμῖν;  33 λέγουσιν  αὐτῷ  Κύριε,  ἵνα  ἀνοιγῶσιν  οἱ  ὀφθαλμοὶ  ἡμῶν.  34 σπλαγχνισθεὶς  δὲ    Ἰησοῦς  ἥψατο  τῶν  ὀμμάτων  αὐτῶν,  καὶ  εὐθέως  ἀνέβλεψαν  καὶ  ἠκολούθησαν  αὐτῷ. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Matthew 19
Top of Page
Top of Page