1 Peter 4
Study Bible
Living for God's Glory

Χριστοῦ  οὖν  παθόντος  σαρκὶ  καὶ  ὑμεῖς  τὴν  αὐτὴν  ἔννοιαν  ὁπλίσασθε,  ὅτι    παθὼν  σαρκὶ  πέπαυται  ἁμαρτίας,  εἰς  τὸ  μηκέτι  ἀνθρώπων  ἐπιθυμίαις  ἀλλὰ  θελήματι  Θεοῦ  τὸν  ἐπίλοιπον  ἐν  σαρκὶ  βιῶσαι  χρόνον.  ἀρκετὸς  γὰρ    παρεληλυθὼς  χρόνος  τὸ  βούλημα  τῶν  ἐθνῶν  κατειργάσθαι,  πεπορευμένους  ἐν  ἀσελγείαις,  ἐπιθυμίαις,  οἰνοφλυγίαις,  κώμοις,  πότοις,  καὶ  ἀθεμίτοις  εἰδωλολατρίαις*.  ἐν    ξενίζονται  μὴ  συντρεχόντων  ὑμῶν  εἰς  τὴν  αὐτὴν  τῆς  ἀσωτίας  ἀνάχυσιν,  βλασφημοῦντες·  οἳ  ἀποδώσουσιν  λόγον  τῷ  ἑτοίμως  ἔχοντι  κρῖναι  ζῶντας  καὶ  νεκρούς.  εἰς  τοῦτο  γὰρ  καὶ  νεκροῖς  εὐηγγελίσθη,  ἵνα  κριθῶσι  μὲν  κατὰ  ἀνθρώπους  σαρκί,  ζῶσι  δὲ  κατὰ  Θεὸν  πνεύματι. 

Πάντων  δὲ  τὸ  τέλος  ἤγγικεν.  σωφρονήσατε  οὖν  καὶ  νήψατε  εἰς  προσευχάς·  πρὸ  πάντων  τὴν  εἰς  ἑαυτοὺς  ἀγάπην  ἐκτενῆ  ἔχοντες,  ὅτι  ἀγάπη  καλύπτει  πλῆθος  ἁμαρτιῶν·  φιλόξενοι  εἰς  ἀλλήλους  ἄνευ  γογγυσμοῦ·  10 ἕκαστος  καθὼς  ἔλαβεν  χάρισμα,  εἰς  ἑαυτοὺς  αὐτὸ  διακονοῦντες  ὡς  καλοὶ  οἰκονόμοι  ποικίλης  χάριτος  Θεοῦ·  11 εἴ  τις  λαλεῖ,  ὡς  λόγια  Θεοῦ·  εἴ  τις  διακονεῖ,  ὡς  ἐξ  ἰσχύος  ἧς  χορηγεῖ    Θεός·  ἵνα  ἐν  πᾶσιν  δοξάζηται    Θεὸς  διὰ  Ἰησοῦ  Χριστοῦ,    ἐστιν    δόξα  καὶ  τὸ  κράτος  εἰς  τοὺς  αἰῶνας  τῶν  αἰώνων·  ἀμήν. 

Suffering as Christians

12 Ἀγαπητοί,  μὴ  ξενίζεσθε  τῇ  ἐν  ὑμῖν  πυρώσει  πρὸς  πειρασμὸν  ὑμῖν  γινομένῃ,  ὡς  ξένου  ὑμῖν  συμβαίνοντος,  13 ἀλλὰ  καθὸ  κοινωνεῖτε  τοῖς  τοῦ  Χριστοῦ  παθήμασιν  χαίρετε,  ἵνα  καὶ  ἐν  τῇ  ἀποκαλύψει  τῆς  δόξης  αὐτοῦ  χαρῆτε  ἀγαλλιώμενοι.  14 εἰ  ὀνειδίζεσθε  ἐν  ὀνόματι  Χριστοῦ,  μακάριοι,  ὅτι  τὸ  τῆς  δόξης  καὶ  τὸ  τοῦ  Θεοῦ  Πνεῦμα  ἐφ’  ὑμᾶς  ἀναπαύεται.  ⧼κατὰ  μὲν  αὐτοὺς  βλασφημεῖται,  κατὰ  δὲ  ὑμᾶς  δοξάζεται⧽.  15 μὴ  γάρ  τις  ὑμῶν  πασχέτω  ὡς  φονεὺς    κλέπτης    κακοποιὸς    ὡς  ἀλλοτριεπίσκοπος·  16 εἰ  δὲ  ὡς  Χριστιανός,  μὴ  αἰσχυνέσθω,  δοξαζέτω  δὲ  τὸν  Θεὸν  ἐν  τῷ  ὀνόματι  τούτῳ.  17 ὅτι    καιρὸς  τοῦ  ἄρξασθαι  τὸ  κρίμα  ἀπὸ  τοῦ  οἴκου  τοῦ  Θεοῦ·  εἰ  δὲ  πρῶτον  ἀφ’  ἡμῶν,  τί  τὸ  τέλος  τῶν  ἀπειθούντων  τῷ  τοῦ  Θεοῦ  εὐαγγελίῳ;  18 καὶ  εἰ    δίκαιος  μόλις  σώζεται,    (δὲ)  ἀσεβὴς  καὶ  ἁμαρτωλὸς  ποῦ  φανεῖται;  19 ὥστε  καὶ  οἱ  πάσχοντες  κατὰ  τὸ  θέλημα  τοῦ  Θεοῦ  πιστῷ  Κτίστῃ  παρατιθέσθωσαν  τὰς  ψυχὰς  αὐτῶν  ἐν  ἀγαθοποιΐᾳ. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

1 Peter 3
Top of Page
Top of Page